Acts 11:15-16

15ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν ἐπέπεσεν τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτοὺς ὥσπερ καὶ ἐφ᾽ ἡμᾶς ἐν ἀρχῇ. 16ἐμνήσθην δὲ τοῦ ῥήματος
 τοῦ = WH Treg NA/NIV: || [omit] = RP
τοῦ κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν πνεύματι ἁγίῳ.

Acts 19:2-6

2εἶπέν
 τε = WH Treg NA/NIV: || [omit] = RP
τε πρὸς αὐτούς· Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ
 δὲ = WH Treg NA/NIV: || δὲ εἶπον = RP
δὲ πρὸς αὐτόν· Ἀλλ᾽ οὐδ᾽ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν.
3εἶπέν
 τε = WH Treg NA/NIV: || τε πρὸς αὐτούς = RP
τε· Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν· Εἰς τὸ Ἰωάννου βάπτισμα.
4εἶπεν δὲ Παῦλος·
 Ἰωάννης = WH Treg NA/NIV: || Ἰωάννης μὲν = RP
Ἰωάννης ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν ἐρχόμενον μετ᾽ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτ᾽ ἔστιν εἰς
 τὸν = WH Treg NA/NIV: || τὸν χριστὸν = RP
τὸν Ἰησοῦν.
5ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ· 6καὶ ἐπιθέντος αὐτοῖς τοῦ
 Παύλου = WH Treg NA/NIV: || Παύλου τὰς = RP
Παύλου χεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπ᾽ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον.

1 Corinthians 12:13

13καὶ γὰρ ἐν ἑνὶ πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι εἴτε Ἕλληνες, εἴτε δοῦλοι εἴτε ἐλεύθεροι, καὶ
 πάντες = WH Treg NA/NIV: || πάντες εἰς = RP
πάντες ἓν πνεῦμα ἐποτίσθημεν.

Titus 3:5-6

5οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ
 ἃ = WH Treg NA/NIV: || ὧν = RP
ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ
 τὸ αὐτοῦ ἔλεος = WH Treg NA/NIV: || τὸν αὐτοῦ ἔλεον = RP
τὸ αὐτοῦ ἔλεος ⸃ ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου,
6οὗ ἐξέχεεν ἐφ᾽ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν,
Copyright information for SBLG